Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.58 Dem. 36.61 (English) >>Dem. 37.1

36.60τὰ μὲν οὖν πόλλʼ ὧν Ἀπολλόδωρος ἐρεῖ, νομίζετʼ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δʼ αὐτὸν ἐπιδεῖξαι, ὡς οὐ διέθετο ταῦθʼ πατήρ, ὡς ἔστιν τις ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ὡς οὐκ ἀφῆκεν αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἔγνω <θʼ> κηδεστὴς τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ὡς διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, τῶν τοιούτων τι δεικνύναι. 36.61ἐὰν δʼ ἀπορῶν αἰτίας καὶ βλασφημίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδʼ ὑμᾶς τούτου κραυγὴ καὶ ἀναίδειʼ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε καὶ μέμνησθʼ ὅσʼ ἡμῶν ἀκηκόατε. κἂν ταῦτα ποιῆτε, αὐτοί τʼ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν Δία καὶ θεοὺς ἅπαντας.

36.62ἀνάγνωθι λαβὼν αὐτοῖς τὸν νόμον καὶ τὰς μαρτυρίας τασδί.Νόμος Μαρτυρίαι

οὐκ οἶδʼ τι δεῖ πλείω λέγειν. οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. ἐξέρα τὸ ὕδωρ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.58 Dem. 36.61 (English) >>Dem. 37.1

Powered by PhiloLogic